Τῇ ἁγίᾳ καὶ μεγάλῃ Παρασκευῇ, τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
ΤΗΝ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ ΤΟ ΑΠΟΓΕΥΜΑ ΤΕΛΕΙΤΑΙ Η ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΤΑ ΤΗΝ ΟΠΟΙΑ ΘΥΜΟΜΑΣΤΕ ΤΗΝ ΠΡΟΔΟΣΙΑ ΤΗΝ ΠΟΡΕΙΑ ΠΡΟΣ ΤΟΝ ΓΟΛΓΟΘΑ ΤΗΝ ΣΤΑΥΡΩΣΗ ΚΑΙ ΤΟΝ ΘΑΝΑΤΟ ΤΟΥ ΧΡΙΣΤΟΥ
ΚΑΤΑ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑ ΑΥΤΗ ΔΙΑΒΑΖΟΝΤΑΙ ΔΩΔΕΚΑ ΕΥΑΓΓΕΛΙΚΕΣ ΠΕΡΙΚΟΠΕΣ ΜΕΤΑ ΤΟ ΠΕΜΠΤΟ ΕΥΑΓΓΕΛΙΟ ΒΓΑΙΝΕΙ Ο ΙΕΡΕΑΣ ΚΡΑΤΩΝ ΤΟΝ ΕΣΤΑΥΡΩΜΕΝΟΝ ΚΑΙ ΛΙΤΑΝΕΥΩΝ ΕΝΤΟΣ ΤΟΥ ΝΑΟΥ ΑΠΟ ΘΕΤΕΙ ΕΝ ΜΕΣΩ ΤΟΥ ΝΑΟΥ ΤΟΝ ΣΤΑΥΡΟ ΟΠΟΥ ΚΑΙ ΕΙΘΙΣΤΕ ΝΑ ΛΕΓΕΤΑΙ Ο ΤΟΠΟΣ ΓΟΛΓΟΘΑΣ Ή ΚΡΑΝΙΟΥ ΤΟΠΟΣ ΚΑΙ ΨΑΛΕΙ ΤΟ ΠΑΡΑΚΑΤΩ
Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. (ἐκ γ'). Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. (ἐκ γ'). Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου